Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. θερμὴν ἐπὶ ψυχροῖσι καρδίαν ἔχεις.
Ἀντιγόνη
  1. ἀλλʼ οἶδʼ ἀρέσκουσʼ οἷς μάλισθʼ ἁδεῖν με χρή.
Ἰσμήνη
  1. εἰ καὶ δυνήσει γʼ· ἀλλʼ ἀμηχάνων ἐρᾷς.
Ἀντιγόνη
  1. οὐκοῦν, ὅταν δὴ μὴ σθένω, πεπαύσομαι.
Ἰσμήνη
  1. ἀρχὴν δὲ θηρᾶν οὐ πρέπει τἀμήχανα.
Ἀντιγόνη
  1. εἰ ταῦτα λέξεις, ἐχθαρεῖ μὲν ἐξ ἐμοῦ,
  2. ἐχθρὰ δὲ τῷ θανόντι προσκείσει δίκῃ.
  3. ἀλλʼ ἔα με καὶ τὴν ἐξ ἐμοῦ δυσβουλίαν
  4. παθεῖν τὸ δεινὸν τοῦτο· πείσομαι γὰρ οὐ