Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- φυγάδα πρόδρομον ὀξυτέρῳ κινήσασα χαλινῷ·
- ὃς ἐφʼ ἡμετέρᾳ γᾷ Πολυνείκους
- ἀρθεὶς νεικέων ἐξ ἀμφιλόγων
- ὀξέα κλάζων
- ἀετὸς εἰς γᾶν ὣς ὑπερέπτα,
- λευκῆς χιόνος πτέρυγι στεγανός,
- πολλῶν μεθʼ ὅπλων
- ξύν θʼ ἱπποκόμοις κορύθεσσιν.
- στὰς δʼ ὑπὲρ μελάθρων φονώσαισιν ἀμφιχανὼν κύκλῳ