Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- μὴ οὐ τάδε ταύτῃ κατακυροῦσθαι.
- ὦ γῆς Θήβης ἄστυ πατρῷον
- καὶ θεοὶ προγενεῖς,
- ἄγομαι δὴ κοὐκέτι μέλλω.
- λεύσσετε, Θήβης οἱ κοιρανίδαι
- τὴν βασιλειδᾶν μούνην λοιπήν,
- οἷα πρὸς οἵων ἀνδρῶν πάσχω,
- τὴν εὐσεβίαν σεβίσασα.
- ἔτλα καὶ Δανάας οὐράνιον φῶς
- ἀλλάξαι δέμας ἐν χαλκοδέτοις αὐλαῖς·
- κρυπτομένα δʼ ἐν τυμβήρει θαλάμῳ κατεζεύχθη·
- καίτοι καὶ γενεᾷ τίμιος, ὦ παῖ παῖ,
- καὶ Ζηνὸς ταμιεύεσκε γονὰς χρυσορύτους.
- ἀλλʼ ἁ μοιριδία τις δύνασις δεινά·
- οὔτʼ ἄν νιν ὄλβος οὔτʼ Ἄρης, οὐ πύργος, οὐχ ἁλίκτυποι
- κελαιναὶ νᾶες ἐκφύγοιεν.
- ζεύχθη δʼ ὀξύχολος παῖς ὁ Δρύαντος,