Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- τοιῷδε μέντοι σʼ ἐκπροτιμήσασʼ ἐγὼ
- νόμῳ Κρέοντι ταῦτʼ ἔδοξʼ ἁμαρτάνειν
- καὶ δεινὰ τολμᾶν, ὦ κασίγνητον κάρα.
- καὶ νῦν ἄγει με διὰ χερῶν οὕτω λαβὼν
- ἄλεκτρον, ἀνυμέναιον, οὔτε του γάμου
- μέρος λαχοῦσαν οὔτε παιδείου τροφῆς,
- ἀλλʼ ὧδʼ ἔρημος πρὸς φίλων ἡ δύσμορος
- ζῶσʼ εἰς θανόντων ἔρχομαι κατασκαφάς.
- ποίαν παρεξελθοῦσα δαιμόνων δίκην;