Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- τί χρή με τὴν δύστηνον ἐς θεοὺς ἔτι
- βλέπειν; τίνʼ αὐδᾶν ξυμμάχων; ἐπεί γε δὴ
- τὴν δυσσέβειαν εὐσεβοῦσʼ ἐκτησάμην.
- ἀλλʼ εἰ μὲν οὖν τάδʼ ἐστὶν ἐν θεοῖς καλά,
- παθόντες ἂν ξυγγνοῖμεν ἡμαρτηκότες·
- εἰ δʼ οἵδʼ ἁμαρτάνουσι, μὴ πλείω κακὰ
- πάθοιεν ἢ καὶ δρῶσιν ἐκδίκως ἐμέ.
- ἔτι τῶν αὐτῶν ἀνέμων αὑταὶ
- ψυχῆς ῥιπαὶ τήνδε γʼ ἔχουσιν.