Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- καίτοι σʼ ἐγὼ ʼτίμησα τοῖς φρονοῦσιν εὖ.
- οὐ γάρ ποτʼ οὔτʼ ἄν, εἰ τέκνων μήτηρ ἔφυν,
- οὔτʼ εἰ πόσις μοι κατθανὼν ἐτήκετο,
- βίᾳ πολιτῶν τόνδʼ ἂν ᾐρόμην πόνον.
- τίνος νόμου δὴ ταῦτα πρὸς χάριν λέγω;
- πόσις μὲν ἄν μοι κατθανόντος ἄλλος ἦν,
- καὶ παῖς ἀπʼ ἄλλου φωτός, εἰ τοῦδʼ ἤμπλακον,
- μητρὸς δʼ ἐν Ἅιδου καὶ πατρὸς κεκευθότοιν
- οὐκ ἔστʼ ἀδελφὸς ὅστις ἂν βλάστοι ποτέ.