Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ὧν λοισθία ʼγὼ καὶ κάκιστα δὴ μακρῷ
- κάτειμι, πρίν μοι μοῖραν ἐξήκειν βίου.
- ἐλθοῦσα μέντοι κάρτʼ ἐν ἐλπίσιν τρέφω
- φίλη μὲν ἥξειν πατρί, προσφιλὴς δὲ σοί,
- μῆτερ, φίλη δὲ σοί, κασίγνητον κάρα·
- ἐπεὶ θανόντας αὐτόχειρ ὑμᾶς ἐγὼ
- ἔλουσα κἀκόσμησα κἀπιτυμβίους
- χοὰς ἔδωκα. νῦν δέ, Πολύνεικες, τὸ σὸν
- δέμας περιστέλλουσα τοιάδʼ ἄρνυμαι.