Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. τύμβῳ περιπτύξαντες, ὡς εἴρηκʼ ἐγώ,
  2. ἄφετε μόνην ἔρημον, εἴτε χρῇ θανεῖν
  3. εἴτʼ ἐν τοιαύτῃ ζῶσα τυμβεύειν στέγῃ·
  4. ἡμεῖς γὰρ ἁγνοὶ τοὐπὶ τήνδε τὴν κόρην·
  5. μετοικίας δʼ οὖν τῆς ἄνω στερήσεται.
Ἀντιγόνη
  1. ὦ τύμβος, ὦ νυμφεῖον, ὦ κατασκαφὴς
  2. οἴκησις ἀείφρουρος, οἷ πορεύομαι
  3. πρὸς τοὺς ἐμαυτῆς, ὧν ἀριθμὸν ἐν νεκροῖς
  4. πλεῖστον δέδεκται Φερσέφασσʼ ὀλωλότων·