Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. μετοικίας δʼ οὖν τῆς ἄνω στερήσεται.
Ἀντιγόνη
  1. ὦ τύμβος, ὦ νυμφεῖον, ὦ κατασκαφὴς
  2. οἴκησις ἀείφρουρος, οἷ πορεύομαι
  3. πρὸς τοὺς ἐμαυτῆς, ὧν ἀριθμὸν ἐν νεκροῖς
  4. πλεῖστον δέδεκται Φερσέφασσʼ ὀλωλότων·
  5. ὧν λοισθία ʼγὼ καὶ κάκιστα δὴ μακρῷ
  6. κάτειμι, πρίν μοι μοῖραν ἐξήκειν βίου.
  7. ἐλθοῦσα μέντοι κάρτʼ ἐν ἐλπίσιν τρέφω
  8. φίλη μὲν ἥξειν πατρί, προσφιλὴς δὲ σοί,
  9. μῆτερ, φίλη δὲ σοί, κασίγνητον κάρα·
  10. ἐπεὶ θανόντας αὐτόχειρ ὑμᾶς ἐγὼ
  11. ἔλουσα κἀκόσμησα κἀπιτυμβίους
  12. χοὰς ἔδωκα. νῦν δέ, Πολύνεικες, τὸ σὸν
  13. δέμας περιστέλλουσα τοιάδʼ ἄρνυμαι.
  14. καίτοι σʼ ἐγὼ ʼτίμησα τοῖς φρονοῦσιν εὖ.
  15. οὐ γάρ ποτʼ οὔτʼ ἄν, εἰ τέκνων μήτηρ ἔφυν,
  16. οὔτʼ εἰ πόσις μοι κατθανὼν ἐτήκετο,
  17. βίᾳ πολιτῶν τόνδʼ ἂν ᾐρόμην πόνον.
  18. τίνος νόμου δὴ ταῦτα πρὸς χάριν λέγω;
  19. πόσις μὲν ἄν μοι κατθανόντος ἄλλος ἦν,