Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. καὶ παῖς ἀπʼ ἄλλου φωτός, εἰ τοῦδʼ ἤμπλακον,
  2. μητρὸς δʼ ἐν Ἅιδου καὶ πατρὸς κεκευθότοιν
  3. οὐκ ἔστʼ ἀδελφὸς ὅστις ἂν βλάστοι ποτέ.
  4. τοιῷδε μέντοι σʼ ἐκπροτιμήσασʼ ἐγὼ
  5. νόμῳ Κρέοντι ταῦτʼ ἔδοξʼ ἁμαρτάνειν
  6. καὶ δεινὰ τολμᾶν, ὦ κασίγνητον κάρα.
  7. καὶ νῦν ἄγει με διὰ χερῶν οὕτω λαβὼν
  8. ἄλεκτρον, ἀνυμέναιον, οὔτε του γάμου
  9. μέρος λαχοῦσαν οὔτε παιδείου τροφῆς,
  10. ἀλλʼ ὧδʼ ἔρημος πρὸς φίλων ἡ δύσμορος
  11. ζῶσʼ εἰς θανόντων ἔρχομαι κατασκαφάς.
  12. ποίαν παρεξελθοῦσα δαιμόνων δίκην;
  13. τί χρή με τὴν δύστηνον ἐς θεοὺς ἔτι
  14. βλέπειν; τίνʼ αὐδᾶν ξυμμάχων; ἐπεί γε δὴ
  15. τὴν δυσσέβειαν εὐσεβοῦσʼ ἐκτησάμην.
  16. ἀλλʼ εἰ μὲν οὖν τάδʼ ἐστὶν ἐν θεοῖς καλά,
  17. παθόντες ἂν ξυγγνοῖμεν ἡμαρτηκότες·
  18. εἰ δʼ οἵδʼ ἁμαρτάνουσι, μὴ πλείω κακὰ
  19. πάθοιεν ἢ καὶ δρῶσιν ἐκδίκως ἐμέ.
Χορός
  1. ἔτι τῶν αὐτῶν ἀνέμων αὑταὶ