Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- πρὸς οὓς ἀραῖος ἄγαμος ἅδʼ ἐγὼ μέτοικος ἔρχομαι.
- ἰὼ δυσπότμων κασίγνητε γάμων κυρήσας,
- θανὼν ἔτʼ οὖσαν κατήναρές με.
- σέβειν μὲν εὐσέβειά τις,
- κράτος δʼ ὅτῳ κράτος μέλει
- παραβατὸν οὐδαμᾷ πέλει·
- σὲ δʼ αὐτόγνωτος ὤλεσʼ ὀργά.
- ἄκλαυτος, ἄφιλος, ἀνυμέναιος ταλαίφρων ἄγομαι
- τὰν πυμάταν ὁδόν. οὐκέτι μοι τόδε
- λαμπάδος ἱερὸν ὄμμα
- θέμις ὁρᾶν ταλαίνᾳ.
- τὸν δʼ ἐμὸν πότμον ἀδάκρυτον
- οὐδεὶς φίλων στενάζει.
- ἆρʼ ἴστʼ, ἀοιδὰς καὶ γόους πρὸ τοῦ θανεῖν
- ὡς οὐδʼ ἂν εἷς παύσαιτʼ ἄν, εἰ χρείη λέγειν;
- οὐκ ἄξεθʼ ὡς τάχιστα; καὶ κατηρεφεῖ
- τύμβῳ περιπτύξαντες, ὡς εἴρηκʼ ἐγώ,
- ἄφετε μόνην ἔρημον, εἴτε χρῇ θανεῖν
- εἴτʼ ἐν τοιαύτῃ ζῶσα τυμβεύειν στέγῃ·
- ἡμεῖς γὰρ ἁγνοὶ τοὐπὶ τήνδε τὴν κόρην·