Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. βίᾳ πολιτῶν δρᾶν ἔφυν ἀμήχανος.
Ἀντιγόνη
  1. σὺ μὲν τάδʼ ἂν προὔχοιʼ· ἐγὼ δὲ δὴ τάφον
  2. χώσουσʼ ἀδελφῷ φιλτάτῳ πορεύσομαι.
Ἰσμήνη
  1. οἴμοι ταλαίνης, ὡς ὑπερδέδοικά σου.
Ἀντιγόνη
  1. μὴ ʼμοῦ προτάρβει· τὸν σὸν ἐξόρθου πότμον.
Ἰσμήνη
  1. ἀλλʼ οὖν προμηνύσῃς γε τοῦτο μηδενὶ
  2. τοὔργον, κρυφῇ δὲ κεῦθε, σὺν δʼ αὔτως ἐγώ.
Ἀντιγόνη
  1. οἴμοι, καταύδα· πολλὸν ἐχθίων ἔσει
  2. σιγῶσʼ, ἐὰν μὴ πᾶσι κηρύξῃς τάδε.