Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ζῶσαν καὶ ἔπειτα θανοῦσαν.
- οἴμοι γελῶμαι. τί με, πρὸς θεῶν πατρῴων.
- οὐκ οἰχομέναν ὑβρίζεις, ἀλλʼ ἐπίφαντον;
- ὦ πόλις, ὦ πόλεως πολυκτήμονες ἄνδρες·
- ἰὼ Διρκαῖαι κρῆναι
- Θήβας τʼ εὐαρμάτου ἄλσος, ἔμπας ξυμμάρτυρας ὔμμʼ ἐπικτῶμαι,
- οἵα φίλων ἄκλαυτος, οἵοις νόμοις
- πρὸς ἕργμα τυμβόχωστον ἔρχομαι τάφου ποταινίου·
- ἰὼ δύστανος, βροτοῖς οὔτε νεκροῖς κυροῦσα
- μέτοικος οὐ ζῶσιν, οὐ θανοῦσιν.
- προβᾶσʼ ἐπʼ ἔσχατον θράσους
- ὑψηλὸν ἐς Δίκας βάθρον
- προσέπεσες, ὦ τέκνον, πολύ·
- πατρῷον δʼ ἐκτίνεις τινʼ ἆθλον.
- ἔψαυσας ἀλγεινοτάτας ἐμοὶ μερίμνας,
- πατρὸς τριπόλιστον οἶκτον τοῦ τε πρόπαντος
- ἁμετέρου πότμου κλεινοῖς Λαβδακίδαισιν.
- ἰὼ ματρῷαι λέκτρων
- ἆται κοιμήματά τʼ αὐτογέννητʼ ἐμῷ πατρὶ δυσμόρου ματρός,
- οἵων ἐγώ ποθʼ ἁ ταλαίφρων ἔφυν·