Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ἀλλʼ αὐτόνομος ζῶσα μόνη δὴ
  2. θνητῶν Ἅιδην καταβήσει.
Ἀντιγόνη
  1. ἤκουσα δὴ λυγροτάταν ὀλέσθαι τὰν Φρυγίαν ξέναν
  2. Ταντάλου Σιπύλῳ πρὸς ἄκρῳ, τὰν κισσὸς ὡς ἀτενὴς
  3. πετραία βλάστα δάμασεν, καί νιν ὄμβροι τακομέναν,
  4. ὡς φάτις ἀνδρῶν,
  5. χιών τʼ οὐδαμὰ λείπει, τέγγει δʼ ὑπʼ ὀφρύσι παγκλαύτοις
  6. δειράδας· ᾇ με δαίμων ὁμοιοτάταν κατευνάζει.
Χορός
  1. ἀλλὰ θεός τοι καὶ θεογεννής,
  2. ἡμεῖς δὲ βροτοὶ καὶ θνητογενεῖς.
  3. καίτοι φθιμένῃ μέγα κἀκοῦσαι
  4. τοῖς ἰσοθέοις σύγκληρα λαχεῖν.
  5. ζῶσαν καὶ ἔπειτα θανοῦσαν.
Ἀντιγόνη
  1. οἴμοι γελῶμαι. τί με, πρὸς θεῶν πατρῴων.
  2. οὐκ οἰχομέναν ὑβρίζεις, ἀλλʼ ἐπίφαντον;
  3. ὦ πόλις, ὦ πόλεως πολυκτήμονες ἄνδρες·