Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ἰὼ Διρκαῖαι κρῆναι
  2. Θήβας τʼ εὐαρμάτου ἄλσος, ἔμπας ξυμμάρτυρας ὔμμʼ ἐπικτῶμαι,
  3. οἵα φίλων ἄκλαυτος, οἵοις νόμοις
  4. πρὸς ἕργμα τυμβόχωστον ἔρχομαι τάφου ποταινίου·
  5. ἰὼ δύστανος, βροτοῖς οὔτε νεκροῖς κυροῦσα
  6. μέτοικος οὐ ζῶσιν, οὐ θανοῦσιν.
Χορός
  1. προβᾶσʼ ἐπʼ ἔσχατον θράσους
  2. ὑψηλὸν ἐς Δίκας βάθρον
  3. προσέπεσες, ὦ τέκνον, πολύ·
  4. πατρῷον δʼ ἐκτίνεις τινʼ ἆθλον.
Ἀντιγόνη
  1. ἔψαυσας ἀλγεινοτάτας ἐμοὶ μερίμνας,
  2. πατρὸς τριπόλιστον οἶκτον τοῦ τε πρόπαντος
  3. ἁμετέρου πότμου κλεινοῖς Λαβδακίδαισιν.
  4. ἰὼ ματρῷαι λέκτρων
  5. ἆται κοιμήματά τʼ αὐτογέννητʼ ἐμῷ πατρὶ δυσμόρου ματρός,
  6. οἵων ἐγώ ποθʼ ἁ ταλαίφρων ἔφυν·