Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- θεσμῶν. ἄμαχος γὰρ ἐμπαίζει θεὸς Ἀφροδίτα.
- νῦν δʼ ἤδη ʼγὼ καὐτὸς θεσμῶν
- ἔξω φέρομαι τάδʼ ὁρῶν ἴσχειν δʼ
- οὐκέτι πηγὰς δύναμαι δακρύων,
- τὸν παγκοίτην ὅθʼ ὁρῶ θάλαμον
- τήνδʼ Ἀντιγόνην ἀνύτουσαν.
- ὁρᾶτʼ ἔμʼ, ὦ γᾶς πατρίας πολῖται, τὰν νεάταν ὁδὸν
- στείχουσαν, νέατον δὲ φέγγος λεύσσουσαν ἀελίου,
- κοὔποτʼ αὖθις. ἀλλά μʼ ὁ παγκοίτας Ἅιδας ζῶσαν ἄγει
- τὰν Ἀχέροντος
- ἀκτάν, οὔθʼ ὑμεναίων ἔγκληρον, οὔτʼ ἐπινύμφειός
- πώ μέ τις ὕμνος ὕμνησεν, ἀλλʼ Ἀχέροντι νυμφεύσω.
- οὐκοῦν κλεινὴ καὶ ἔπαινον ἔχουσʼ
- ἐς τόδʼ ἀπέρχει κεῦθος νεκύων,
- οὔτε φθινάσιν πληγεῖσα νόσοις
- οὔτε ξιφέων ἐπίχειρα λαχοῦσʼ,