Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- οὐκοῦν κλεινὴ καὶ ἔπαινον ἔχουσʼ
- ἐς τόδʼ ἀπέρχει κεῦθος νεκύων,
- οὔτε φθινάσιν πληγεῖσα νόσοις
- οὔτε ξιφέων ἐπίχειρα λαχοῦσʼ,
- ἀλλʼ αὐτόνομος ζῶσα μόνη δὴ
- θνητῶν Ἅιδην καταβήσει.
- ἤκουσα δὴ λυγροτάταν ὀλέσθαι τὰν Φρυγίαν ξέναν
- Ταντάλου Σιπύλῳ πρὸς ἄκρῳ, τὰν κισσὸς ὡς ἀτενὴς
- πετραία βλάστα δάμασεν, καί νιν ὄμβροι τακομέναν,
- ὡς φάτις ἀνδρῶν,
- χιών τʼ οὐδαμὰ λείπει, τέγγει δʼ ὑπʼ ὀφρύσι παγκλαύτοις
- δειράδας· ᾇ με δαίμων ὁμοιοτάταν κατευνάζει.
- ἀλλὰ θεός τοι καὶ θεογεννής,
- ἡμεῖς δὲ βροτοὶ καὶ θνητογενεῖς.
- καίτοι φθιμένῃ μέγα κἀκοῦσαι
- τοῖς ἰσοθέοις σύγκληρα λαχεῖν.
- ζῶσαν καὶ ἔπειτα θανοῦσαν.