Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. οὔθʼ ἁμερίων σέ γʼ ἀνθρώπων. ὁ δʼ ἔχων μέμηνεν.
Χορός
  1. σὺ καὶ δικαίων ἀδίκους φρένας παρασπᾷς ἐπὶ λώβᾳ,
  2. σὺ καὶ τόδε νεῖκος ἀνδρῶν ξύναιμον ἔχεις ταράξας·
  3. νικᾷ δʼ ἐναργὴς βλεφάρων ἵμερος εὐλέκτρου
  4. νύμφας, τῶν μεγάλων πάρεδρος ἐν ἀρχαῖς
  5. θεσμῶν. ἄμαχος γὰρ ἐμπαίζει θεὸς Ἀφροδίτα.
Χορός
  1. νῦν δʼ ἤδη ʼγὼ καὐτὸς θεσμῶν
  2. ἔξω φέρομαι τάδʼ ὁρῶν ἴσχειν δʼ
  3. οὐκέτι πηγὰς δύναμαι δακρύων,
  4. τὸν παγκοίτην ὅθʼ ὁρῶ θάλαμον
  5. τήνδʼ Ἀντιγόνην ἀνύτουσαν.
Ἀντιγόνη
  1. ὁρᾶτʼ ἔμʼ, ὦ γᾶς πατρίας πολῖται, τὰν νεάταν ὁδὸν
  2. στείχουσαν, νέατον δὲ φέγγος λεύσσουσαν ἀελίου,
  3. κοὔποτʼ αὖθις. ἀλλά μʼ ὁ παγκοίτας Ἅιδας ζῶσαν ἄγει
  4. τὰν Ἀχέροντος
  5. ἀκτάν, οὔθʼ ὑμεναίων ἔγκληρον, οὔτʼ ἐπινύμφειός
  6. πώ μέ τις ὕμνος ὕμνησεν, ἀλλʼ Ἀχέροντι νυμφεύσω.