Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. οἴμοι γελῶμαι. τί με, πρὸς θεῶν πατρῴων.
  2. οὐκ οἰχομέναν ὑβρίζεις, ἀλλʼ ἐπίφαντον;
  3. ὦ πόλις, ὦ πόλεως πολυκτήμονες ἄνδρες·
  4. ἰὼ Διρκαῖαι κρῆναι
  5. Θήβας τʼ εὐαρμάτου ἄλσος, ἔμπας ξυμμάρτυρας ὔμμʼ ἐπικτῶμαι,
  6. οἵα φίλων ἄκλαυτος, οἵοις νόμοις
  7. πρὸς ἕργμα τυμβόχωστον ἔρχομαι τάφου ποταινίου·
  8. ἰὼ δύστανος, βροτοῖς οὔτε νεκροῖς κυροῦσα
  9. μέτοικος οὐ ζῶσιν, οὐ θανοῦσιν.
Χορός
  1. προβᾶσʼ ἐπʼ ἔσχατον θράσους
  2. ὑψηλὸν ἐς Δίκας βάθρον
  3. προσέπεσες, ὦ τέκνον, πολύ·
  4. πατρῷον δʼ ἐκτίνεις τινʼ ἆθλον.
Ἀντιγόνη
  1. ἔψαυσας ἀλγεινοτάτας ἐμοὶ μερίμνας,
  2. πατρὸς τριπόλιστον οἶκτον τοῦ τε πρόπαντος
  3. ἁμετέρου πότμου κλεινοῖς Λαβδακίδαισιν.
  4. ἰὼ ματρῷαι λέκτρων