Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. κρύψω πετρώδει ζῶσαν ἐν κατώρυχι,
  2. φορβῆς τοσοῦτον ὡς ἄγος μόνον προθείς,
  3. ὅπως μίασμα πᾶσʼ ὑπεκφύγῃ πόλις.
  4. κἀκεῖ τὸν Ἅιδην, ὃν μόνον σέβει θεῶν,
  5. αἰτουμένη που τεύξεται τὸ μὴ θανεῖν,
  6. ἢ γνώσεται γοῦν ἀλλὰ τηνικαῦθʼ ὅτι
  7. πόνος περισσός ἐστι τἀν Ἅιδου σέβειν.
Χορός
  1. Ἔρως ἀνίκατε μάχαν, Ἔρως, ὃς ἐν κτήμασι πίπτεις,
  2. ὃς ἐν μαλακαῖς παρειαῖς νεάνιδος ἐννυχεύεις,
  3. φοιτᾷς δʼ ὑπερπόντιος ἔν τʼ ἀγρονόμοις αὐλαῖς·
  4. καί σʼ οὔτʼ ἀθανάτων φύξιμος οὐδεὶς
  5. οὔθʼ ἁμερίων σέ γʼ ἀνθρώπων. ὁ δʼ ἔχων μέμηνεν.
Χορός
  1. σὺ καὶ δικαίων ἀδίκους φρένας παρασπᾷς ἐπὶ λώβᾳ,
  2. σὺ καὶ τόδε νεῖκος ἀνδρῶν ξύναιμον ἔχεις ταράξας·
  3. νικᾷ δʼ ἐναργὴς βλεφάρων ἵμερος εὐλέκτρου
  4. νύμφας, τῶν μεγάλων πάρεδρος ἐν ἀρχαῖς