Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- δράτω· φρονείτω μεῖζον ἢ κατʼ ἄνδρʼ ἰών·
- τὼ δʼ οὖν κόρα τώδʼ οὐκ ἀπαλλάξει μόρου.
- ἄμφω γὰρ αὐτὼ καὶ κατακτεῖναι νοεῖς;
- οὐ τήν γε μὴ θιγοῦσαν· εὖ γὰρ οὖν λέγεις.
- μόρῳ δὲ ποίῳ καί σφε βουλεύει κτανεῖν;
- ἄγων ἔρημος ἔνθʼ ἂν ᾖ βροτῶν στίβος
- κρύψω πετρώδει ζῶσαν ἐν κατώρυχι,
- φορβῆς τοσοῦτον ὡς ἄγος μόνον προθείς,
- ὅπως μίασμα πᾶσʼ ὑπεκφύγῃ πόλις.
- κἀκεῖ τὸν Ἅιδην, ὃν μόνον σέβει θεῶν,
- αἰτουμένη που τεύξεται τὸ μὴ θανεῖν,
- ἢ γνώσεται γοῦν ἀλλὰ τηνικαῦθʼ ὅτι
- πόνος περισσός ἐστι τἀν Ἅιδου σέβειν.
- Ἔρως ἀνίκατε μάχαν, Ἔρως, ὃς ἐν κτήμασι πίπτεις,
- ὃς ἐν μαλακαῖς παρειαῖς νεάνιδος ἐννυχεύεις,
- φοιτᾷς δʼ ὑπερπόντιος ἔν τʼ ἀγρονόμοις αὐλαῖς·
- καί σʼ οὔτʼ ἀθανάτων φύξιμος οὐδεὶς