Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. πράσσειν, ἐμοῦ γʼ ἂν ἡδέως δρῴης μέτα.
  2. ἀλλʼ ἴσθʼ ὁποῖά σοι δοκεῖ, κεῖνον δʼ ἐγὼ
  3. θάψω· καλόν μοι τοῦτο ποιούσῃ θανεῖν.
  4. φίλη μετʼ αὐτοῦ κείσομαι, φίλου μέτα,
  5. ὅσια πανουργήσασʼ. ἐπεὶ πλείων χρόνος
  6. ὃν δεῖ μʼ ἀρέσκειν τοῖς κάτω τῶν ἐνθάδε.
  7. ἐκεῖ γὰρ αἰεὶ κείσομαι· σοὶ δʼ, εἰ δοκεῖ,
  8. τὰ τῶν θεῶν ἔντιμʼ ἀτιμάσασʼ ἔχε.
Ἰσμήνη
  1. ἐγὼ μὲν οὐκ ἄτιμα ποιοῦμαι, τὸ δὲ