Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ἣ δʼ οὖν θανεῖται καὶ θανοῦσʼ ὀλεῖ τινα.
Κρέων
  1. ἦ κἀπαπειλῶν ὧδʼ ἐπεξέρχει θρασύς;
Αἵμων
  1. τίς δʼ ἔστʼ ἀπειλὴ πρὸς κενὰς γνώμας λέγειν;
Κρέων
  1. κλαίων φρενώσεις, ὢν φρενῶν αὐτὸς κενός.
Αἵμων
  1. εἰ μὴ πατὴρ ἦσθʼ, εἶπον ἄν σʼ οὐκ εὖ φρονεῖν.
Κρέων
  1. γυναικὸς ὢν δούλευμα μὴ κώτιλλέ με.
Αἵμων
  1. βούλει λέγειν τι καὶ λέγων μηδὲν κλύειν;
Κρέων
  1. ἄληθες; ἀλλʼ οὐ τόνδʼ Ὄλυμπον, ἴσθʼ ὅτι,
  2. χαίρων ἐπὶ ψόγοισι δεννάσεις ἐμέ.
  3. ἄγαγε τὸ μῖσος ὡς κατʼ ὄμματʼ αὐτίκα
  4. παρόντι θνῄσκῃ πλησία τῷ νυμφίῳ.
Αἵμων
  1. οὐ δῆτʼ ἔμοιγε, τοῦτο μὴ δόξῃς ποτέ,
  2. οὔθʼ ἥδʼ ὀλεῖται πλησία, σύ τʼ οὐδαμὰ
  3. τοὐμὸν προσόψει κρᾶτʼ ἐν ὀφθαλμοῖς ὁρῶν,
  4. ὡς τοῖς θέλουσι τῶν φίλων μαίνῃ συνών.
Χορός
  1. ἁνήρ, ἄναξ, βέβηκεν ἐξ ὀργῆς ταχύς·
  2. νοῦς δʼ ἐστὶ τηλικοῦτος ἀλγήσας βαρύς.