Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- πόλις γὰρ ἡμῖν ἁμὲ χρὴ τάσσειν ἐρεῖ;
- ὁρᾷς τόδʼ ὡς εἴρηκας ὡς ἄγαν νέος;
- ἄλλῳ γὰρ ἢ ʼμοὶ χρή με τῆσδʼ ἄρχειν χθονός;
- πόλις γὰρ οὐκ ἔσθʼ ἥτις ἀνδρός ἐσθʼ ἑνός.
- οὐ τοῦ κρατοῦντος ἡ πόλις νομίζεται;
- καλῶς γʼ ἐρήμης ἂν σὺ γῆς ἄρχοις μόνος.
- ὅδʼ, ὡς ἔοικε, τῇ γυναικὶ συμμαχεῖ.
- εἴπερ γυνὴ σύ. σοῦ γὰρ οὖν προκήδομαι.
- ὦ παγκάκιστε, διὰ δίκης ἰὼν πατρί;
- οὐ γὰρ δίκαιά σʼ ἐξαμαρτάνονθʼ ὁρῶ.
- ἁμαρτάνω γὰρ τὰς ἐμὰς ἀρχὰς σέβων;
- οὐ γὰρ σέβεις, τιμάς γε τὰς θεῶν πατῶν.
- ὦ μιαρὸν ἦθος καὶ γυναικὸς ὕστερον.
- οὔ τἂν ἕλοις ἥσσω γε τῶν αἰσχρῶν ἐμέ.
- ὁ γοῦν λόγος σοι πᾶς ὑπὲρ κείνης ὅδε.
- καὶ σοῦ γε κἀμοῦ, καὶ θεῶν τῶν νερτέρων.
- ταύτην ποτʼ οὐκ ἔσθʼ ὡς ἔτι ζῶσαν γαμεῖς.