Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. στρέψας τὸ λοιπὸν σέλμασιν ναυτίλλεται.
  2. ἀλλʼ εἶκε καὶ θυμῷ μετάστασιν δίδου.
  3. γνώμη γὰρ εἴ τις κἀπʼ ἐμοῦ νεωτέρου
  4. πρόσεστι, φήμʼ ἔγωγε πρεσβεύειν πολὺ
  5. φῦναι τὸν ἄνδρα πάντʼ ἐπιστήμης πλέων·
  6. εἰ δʼ οὖν, φιλεῖ γὰρ τοῦτο μὴ ταύτῃ ῥέπειν,
  7. καὶ τῶν λεγόντων εὖ καλὸν τὸ μανθάνειν.
Χορός
  1. ἄναξ, σέ τʼ εἰκός, εἴ τι καίριον λέγει,
  2. μαθεῖν, σέ τʼ αὖ τοῦδʼ· εὖ γὰρ εἴρηται διπλῇ.
Κρέων
  1. οἱ τηλικοίδε καὶ διδαξόμεσθα δὴ
  2. φρονεῖν ὑπʼ ἀνδρὸς τηλικοῦδε τὴν φύσιν;
Αἵμων
  1. μηδὲν τὸ μὴ δίκαιον· εἰ δʼ ἐγὼ νέος,
  2. οὐ τὸν χρόνον χρὴ μᾶλλον ἢ τἄργα σκοπεῖν.
Κρέων
  1. ἔργον γάρ ἐστι τοὺς ἀκοσμοῦντας σέβειν;
Αἵμων
  1. οὐδʼ ἂν κελεύσαιμʼ, εὐσεβεῖν εἰς τοὺς κακούς.
Κρέων
  1. οὐχ ἥδε γὰρ τοιᾷδʼ ἐπείληπται νόσῳ;
Αἵμων
  1. οὔ φησι Θήβης τῆσδʼ ὁμόπτολις λεώς.