Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ἀλλʼ ἄνδρα, κεἴ τις ᾖ σοφός, τὸ μανθάνειν
- πόλλʼ, αἰσχρὸν οὐδὲν καὶ τὸ μὴ τείνειν ἄγαν.
- ὁρᾷς παρὰ ῥείθροισι χειμάρροις ὅσα
- δένδρων ὑπείκει, κλῶνας ὡς ἐκσῴζεται,
- τὰ δʼ ἀντιτείνοντʼ αὐτόπρεμνʼ ἀπόλλυται.
- αὕτως δὲ ναὸς ὅστις ἐγκρατῆ πόδα
- τείνας ὑπείκει μηδέν, ὑπτίοις κάτω
- στρέψας τὸ λοιπὸν σέλμασιν ναυτίλλεται.
- ἀλλʼ εἶκε καὶ θυμῷ μετάστασιν δίδου.
- γνώμη γὰρ εἴ τις κἀπʼ ἐμοῦ νεωτέρου
- πρόσεστι, φήμʼ ἔγωγε πρεσβεύειν πολὺ
- φῦναι τὸν ἄνδρα πάντʼ ἐπιστήμης πλέων·
- εἰ δʼ οὖν, φιλεῖ γὰρ τοῦτο μὴ ταύτῃ ῥέπειν,
- καὶ τῶν λεγόντων εὖ καλὸν τὸ μανθάνειν.
- ἄναξ, σέ τʼ εἰκός, εἴ τι καίριον λέγει,
- μαθεῖν, σέ τʼ αὖ τοῦδʼ· εὖ γὰρ εἴρηται διπλῇ.