Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- οἱ τηλικοίδε καὶ διδαξόμεσθα δὴ
- φρονεῖν ὑπʼ ἀνδρὸς τηλικοῦδε τὴν φύσιν;
- μηδὲν τὸ μὴ δίκαιον· εἰ δʼ ἐγὼ νέος,
- οὐ τὸν χρόνον χρὴ μᾶλλον ἢ τἄργα σκοπεῖν.
- ἔργον γάρ ἐστι τοὺς ἀκοσμοῦντας σέβειν;
- οὐδʼ ἂν κελεύσαιμʼ, εὐσεβεῖν εἰς τοὺς κακούς.
- οὐχ ἥδε γὰρ τοιᾷδʼ ἐπείληπται νόσῳ;
- οὔ φησι Θήβης τῆσδʼ ὁμόπτολις λεώς.
- πόλις γὰρ ἡμῖν ἁμὲ χρὴ τάσσειν ἐρεῖ;
- ὁρᾷς τόδʼ ὡς εἴρηκας ὡς ἄγαν νέος;
- ἄλλῳ γὰρ ἢ ʼμοὶ χρή με τῆσδʼ ἄρχειν χθονός;
- πόλις γὰρ οὐκ ἔσθʼ ἥτις ἀνδρός ἐσθʼ ἑνός.
- οὐ τοῦ κρατοῦντος ἡ πόλις νομίζεται;
- καλῶς γʼ ἐρήμης ἂν σὺ γῆς ἄρχοις μόνος.
- ὅδʼ, ὡς ἔοικε, τῇ γυναικὶ συμμαχεῖ.
- εἴπερ γυνὴ σύ. σοῦ γὰρ οὖν προκήδομαι.