Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. πασῶν γυναικῶν ὡς ἀναξιωτάτη
  2. κάκιστʼ ἀπʼ ἔργων εὐκλεεστάτων φθίνει.
  3. ἥτις τὸν αὑτῆς αὐτάδελφον ἐν φοναῖς
  4. πεπτῶτʼ ἄθαπτον μήθʼ ὑπʼ ὠμηστῶν κυνῶν
  5. εἴασʼ ὀλέσθαι μήθʼ ὑπʼ οἰωνῶν τινος.
  6. οὐχ ἥδε χρυσῆς ἀξία τιμῆς λαχεῖν;
  7. τοιάδʼ ἐρεμνὴ σῖγʼ ἐπέρχεται φάτις.
  8. ἐμοὶ δὲ σοῦ πράσσοντος εὐτυχῶς, πάτερ,
  9. οὐκ ἔστιν οὐδὲν κτῆμα τιμιώτερον,
  10. τί γὰρ πατρὸς θάλλοντος εὐκλείας τέκνοις
  11. ἄγαλμα μεῖζον, ἢ τί πρὸς παίδων πατρί;
  12. μή νυν ἓν ἦθος μοῦνον ἐν σαυτῷ φόρει,
  13. ὡς φὴς σύ, κοὐδὲν ἄλλο, τοῦτʼ ὀρθῶς ἔχειν.
  14. ὅστις γὰρ αὐτὸς ἢ φρονεῖν μόνος δοκεῖ,
  15. ἢ γλῶσσαν, ἣν οὐκ ἄλλος, ἢ ψυχὴν ἔχειν,
  16. οὗτοι διαπτυχθέντες ὤφθησαν κενοί.