Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ἀλλʼ ἐννοεῖν χρὴ τοῦτο μὲν γυναῖχʼ ὅτι
  2. ἔφυμεν, ὡς πρὸς ἄνδρας οὐ μαχουμένα.
  3. ἔπειτα δʼ οὕνεκʼ ἀρχόμεσθʼ ἐκ κρεισσόνων,
  4. καὶ ταῦτʼ ἀκούειν κἄτι τῶνδʼ ἀλγίονα.
  5. ἐγὼ μὲν οὖν αἰτοῦσα τοὺς ὑπὸ χθονὸς
  6. ξύγγνοιαν ἴσχειν, ὡς βιάζομαι τάδε,
  7. τοῖς ἐν τέλει βεβῶσι πείσομαι· τὸ γὰρ
  8. περισσὰ πράσσειν οὐκ ἔχει νοῦν οὐδένα.
Ἀντιγόνη
  1. οὔτʼ ἂν κελεύσαιμʼ οὔτʼ ἄν, εἰ θέλοις ἔτι