Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- εἴασʼ ὀλέσθαι μήθʼ ὑπʼ οἰωνῶν τινος.
- οὐχ ἥδε χρυσῆς ἀξία τιμῆς λαχεῖν;
- τοιάδʼ ἐρεμνὴ σῖγʼ ἐπέρχεται φάτις.
- ἐμοὶ δὲ σοῦ πράσσοντος εὐτυχῶς, πάτερ,
- οὐκ ἔστιν οὐδὲν κτῆμα τιμιώτερον,
- τί γὰρ πατρὸς θάλλοντος εὐκλείας τέκνοις
- ἄγαλμα μεῖζον, ἢ τί πρὸς παίδων πατρί;
- μή νυν ἓν ἦθος μοῦνον ἐν σαυτῷ φόρει,
- ὡς φὴς σύ, κοὐδὲν ἄλλο, τοῦτʼ ὀρθῶς ἔχειν.
- ὅστις γὰρ αὐτὸς ἢ φρονεῖν μόνος δοκεῖ,
- ἢ γλῶσσαν, ἣν οὐκ ἄλλος, ἢ ψυχὴν ἔχειν,
- οὗτοι διαπτυχθέντες ὤφθησαν κενοί.
- ἀλλʼ ἄνδρα, κεἴ τις ᾖ σοφός, τὸ μανθάνειν
- πόλλʼ, αἰσχρὸν οὐδὲν καὶ τὸ μὴ τείνειν ἄγαν.
- ὁρᾷς παρὰ ῥείθροισι χειμάρροις ὅσα
- δένδρων ὑπείκει, κλῶνας ὡς ἐκσῴζεται,
- τὰ δʼ ἀντιτείνοντʼ αὐτόπρεμνʼ ἀπόλλυται.
- αὕτως δὲ ναὸς ὅστις ἐγκρατῆ πόδα
- τείνας ὑπείκει μηδέν, ὑπτίοις κάτω
- στρέψας τὸ λοιπὸν σέλμασιν ναυτίλλεται.