Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. κοὔτοι γυναικὸς οὐδαμῶς ἡσσητέα.
  2. κρεῖσσον γάρ, εἴπερ δεῖ, πρὸς ἀνδρὸς ἐκπεσεῖν,
  3. κοὐκ ἂν γυναικῶν ἥσσονες καλοίμεθʼ ἄν.
Χορός
  1. ἡμῖν μέν, εἰ μὴ τῷ χρόνῳ κεκλέμμεθα,
  2. λέγειν φρονούντως ὧν λέγεις δοκεῖς πέρι.
Αἵμων
  1. πάτερ, θεοὶ φύουσιν ἀνθρώποις φρένας,
  2. πάντων ὅσʼ ἐστὶ κτημάτων ὑπέρτατον.
  3. ἐγὼ δʼ ὅπως σὺ μὴ λέγεις ὀρθῶς τάδε,
  4. οὔτʼ ἂν δυναίμην μήτʼ ἐπισταίμην λέγειν.
  5. γένοιτο μέντἂν χἀτέρῳ καλῶς ἔχον.
  6. σοῦ δʼ οὖν πέφυκα πάντα προσκοπεῖν ὅσα
  7. λέγει τις ἢ πράσσει τις ἢ ψέγειν ἔχει.
  8. τὸ γὰρ σὸν ὄμμα δεινὸν ἀνδρὶ δημότῃ
  9. λόγοις τοιούτοις, οἷς σὺ μὴ τέρψει κλύων·
  10. ἐμοὶ δʼ ἀκούειν ἔσθʼ ὑπὸ σκότου τάδε,
  11. τὴν παῖδα ταύτην οἷʼ, ὀδύρεται πόλις,
  12. πασῶν γυναικῶν ὡς ἀναξιωτάτη
  13. κάκιστʼ ἀπʼ ἔργων εὐκλεεστάτων φθίνει.
  14. ἥτις τὸν αὑτῆς αὐτάδελφον ἐν φοναῖς
  15. πεπτῶτʼ ἄθαπτον μήθʼ ὑπʼ ὠμηστῶν κυνῶν