Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ἀλλʼ ὃν πόλις στήσειε τοῦδε χρὴ κλύειν
- καὶ σμικρὰ καὶ δίκαια καὶ τἀναντία.
- καὶ τοῦτον ἂν τὸν ἄνδρα θαρσοίην ἐγὼ
- καλῶς μὲν ἄρχειν, εὖ δʼ ἂν ἄρχεσθαι θέλειν,
- δορός τʼ ἂν ἐν χειμῶνι προστεταγμένον
- μένειν δίκαιον κἀγαθὸν παραστάτην.
- ἀναρχίας δὲ μεῖζον οὐκ ἔστιν κακόν.
- αὕτη πόλεις ὄλλυσιν, ἥδʼ ἀναστάτους
- οἴκους τίθησιν, ἥδε συμμάχου δορὸς
- τροπὰς καταρρήγνυσι· τῶν δʼ ὀρθουμένων
- σῴζει τὰ πολλὰ σώμαθʼ ἡ πειθαρχία.
- οὕτως ἀμυντέʼ ἐστὶ τοῖς κοσμουμένοις,
- κοὔτοι γυναικὸς οὐδαμῶς ἡσσητέα.
- κρεῖσσον γάρ, εἴπερ δεῖ, πρὸς ἀνδρὸς ἐκπεσεῖν,
- κοὐκ ἂν γυναικῶν ἥσσονες καλοίμεθʼ ἄν.
- ἡμῖν μέν, εἰ μὴ τῷ χρόνῳ κεκλέμμεθα,
- λέγειν φρονούντως ὧν λέγεις δοκεῖς πέρι.