Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- πάτερ, θεοὶ φύουσιν ἀνθρώποις φρένας,
- πάντων ὅσʼ ἐστὶ κτημάτων ὑπέρτατον.
- ἐγὼ δʼ ὅπως σὺ μὴ λέγεις ὀρθῶς τάδε,
- οὔτʼ ἂν δυναίμην μήτʼ ἐπισταίμην λέγειν.
- γένοιτο μέντἂν χἀτέρῳ καλῶς ἔχον.
- σοῦ δʼ οὖν πέφυκα πάντα προσκοπεῖν ὅσα
- λέγει τις ἢ πράσσει τις ἢ ψέγειν ἔχει.
- τὸ γὰρ σὸν ὄμμα δεινὸν ἀνδρὶ δημότῃ
- λόγοις τοιούτοις, οἷς σὺ μὴ τέρψει κλύων·
- ἐμοὶ δʼ ἀκούειν ἔσθʼ ὑπὸ σκότου τάδε,
- τὴν παῖδα ταύτην οἷʼ, ὀδύρεται πόλις,
- πασῶν γυναικῶν ὡς ἀναξιωτάτη
- κάκιστʼ ἀπʼ ἔργων εὐκλεεστάτων φθίνει.
- ἥτις τὸν αὑτῆς αὐτάδελφον ἐν φοναῖς
- πεπτῶτʼ ἄθαπτον μήθʼ ὑπʼ ὠμηστῶν κυνῶν
- εἴασʼ ὀλέσθαι μήθʼ ὑπʼ οἰωνῶν τινος.
- οὐχ ἥδε χρυσῆς ἀξία τιμῆς λαχεῖν;