Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- γυναικὸς οὕνεκʼ ἐκβάλῃς, εἰδὼς ὅτι
- ψυχρὸν παραγκάλισμα τοῦτο γίγνεται,
- γυνὴ κακὴ ξύνευνος ἐν δόμοις. τί γὰρ
- γένοιτʼ ἂν ἕλκος μεῖζον ἢ φίλος κακός;
- ἀλλὰ πτύσας ὡσεί τε δυσμενῆ μέθες
- τὴν παῖδʼ ἐν Ἅιδου τήνδε νυμφεύειν τινί.
- ἐπεὶ γὰρ αὐτὴν εἷλον ἐμφανῶς ἐγὼ
- πόλεως ἀπιστήσασαν ἐκ πάσης μόνην,
- ψευδῆ γʼ ἐμαυτὸν οὐ καταστήσω πόλει,
- ἀλλὰ κτενῶ. πρὸς ταῦτʼ ἐφυμνείτω Δία
- ξύναιμον. εἰ γὰρ δὴ τά γʼ ἐγγενῆ φύσει
- ἄκοσμα θρέψω, κάρτα τοὺς ἔξω γένους
- ἐν τοῖς γὰρ οἰκείοισιν ὅστις ἔστʼ ἀνὴρ
- χρηστός, φανεῖται κἀν πόλει δίκαιος ὤν.
- ὅστις δʼ ὑπερβὰς ἢ νόμους βιάζεται
- ἢ τοὐπιτάσσειν τοῖς κρατύνουσιν νοεῖ,
- οὐκ ἔστʼ ἐπαίνου τοῦτον ἐξ ἐμοῦ τυχεῖν.