Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ὦ παῖ, τελείαν ψῆφον ἆρα μὴ κλύων
- τῆς μελλονύμφου πατρὶ λυσσαίνων πάρει;
- ἢ σοὶ μὲν ἡμεῖς πανταχῇ, δρῶντες φίλοι;
- πάτερ, σός εἰμι, καὶ σύ μοι γνώμας ἔχων
- χρηστὰς ἀπορθοῖς, αἷς ἔγωγʼ ἐφέψομαι.
- ἐμοὶ γὰρ οὐδεὶς ἀξιώσεται γάμος
- μείζων φέρεσθαι σοῦ καλῶς ἡγουμένου.
- οὕτω γάρ, ὦ παῖ, χρὴ διὰ στέρνων ἔχειν,
- γνώμης πατρῴας πάντʼ ὄπισθεν ἑστάναι.
- τούτου γὰρ οὕνεκʼ ἄνδρες εὔχονται γονὰς
- κατηκόους φύσαντες ἐν δόμοις ἔχειν,
- ὡς καὶ τὸν ἐχθρὸν ἀνταμύνωνται κακοῖς
- καὶ τὸν φίλον τιμῶσιν ἐξ ἴσου πατρί.
- ὅστις δʼ ἀνωφέλητα φιτύει τέκνα,
- τί τόνδʼ ἂν εἴποις ἄλλο πλὴν αὑτῷ πόνους
- φῦσαι, πολὺν δὲ τοῖσιν ἐχθροῖσιν γέλων;
- μή νύν ποτʼ, ὦ παῖ, τὰς φρένας ὑφʼ ἡδονῆς