Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- τό τʼ ἔπειτα καὶ τὸ μέλλον
- καὶ τὸ πρὶν ἐπαρκέσει
- νόμος ὅδʼ, οὐδὲν ἕρπει
- θνατῶν βιότῳ πάμπολύ γʼ ἐκτὸς ἄτας.
- ἁ γὰρ δὴ πολύπλαγκτος ἐλπὶς πολλοῖς μὲν ὄνασις ἀνδρῶν,
- πολλοῖς δʼ ἀπάτα κουφονόων ἐρώτων·
- εἰδότι δʼ οὐδὲν ἕρπει, πρὶν πυρὶ θερμῷ πόδα τις
- προσαύσῃ. σοφίᾳ γὰρ ἔκ του κλεινὸν ἔπος πέφανται.
- τὸ κακὸν δοκεῖν ποτʼ ἐσθλὸν
- τῷδʼ ἔμμεν ὅτῳ φρένας
- θεὸς ἄγει πρὸς ἄταν·
- πράσσει δʼ ὀλίγιστον χρόνον ἐκτὸς ἄτας.
- ὅδε μὴν Αἵμων, παίδων τῶν σῶν
- νέατον γέννημʼ· ἆρʼ ἀχνύμενος
- τάλιδος ἥκει μόρον Ἀντιγόνης,
- ἀπάτης λεχέων ὑπεραλγῶν;
- τάχʼ εἰσόμεσθα μάντεων ὑπέρτερον.