Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. θνατῶν βιότῳ πάμπολύ γʼ ἐκτὸς ἄτας.
Χορός
  1. ἁ γὰρ δὴ πολύπλαγκτος ἐλπὶς πολλοῖς μὲν ὄνασις ἀνδρῶν,
  2. πολλοῖς δʼ ἀπάτα κουφονόων ἐρώτων·
  3. εἰδότι δʼ οὐδὲν ἕρπει, πρὶν πυρὶ θερμῷ πόδα τις
  4. προσαύσῃ. σοφίᾳ γὰρ ἔκ του κλεινὸν ἔπος πέφανται.
  5. τὸ κακὸν δοκεῖν ποτʼ ἐσθλὸν
  6. τῷδʼ ἔμμεν ὅτῳ φρένας
  7. θεὸς ἄγει πρὸς ἄταν·
Χορός
  1. πράσσει δʼ ὀλίγιστον χρόνον ἐκτὸς ἄτας.
Χορός
  1. ὅδε μὴν Αἵμων, παίδων τῶν σῶν
  2. νέατον γέννημʼ· ἆρʼ ἀχνύμενος
  3. τάλιδος ἥκει μόρον Ἀντιγόνης,
  4. ἀπάτης λεχέων ὑπεραλγῶν;
Κρέων
  1. τάχʼ εἰσόμεσθα μάντεων ὑπέρτερον.
  2. ὦ παῖ, τελείαν ψῆφον ἆρα μὴ κλύων
  3. τῆς μελλονύμφου πατρὶ λυσσαίνων πάρει;
  4. ἢ σοὶ μὲν ἡμεῖς πανταχῇ, δρῶντες φίλοι;
Αἵμων
  1. πάτερ, σός εἰμι, καὶ σύ μοι γνώμας ἔχων
  2. χρηστὰς ἀπορθοῖς, αἷς ἔγωγʼ ἐφέψομαι.
  3. ἐμοὶ γὰρ οὐδεὶς ἀξιώσεται γάμος