Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. οἷς γὰρ ἂν σεισθῇ θεόθεν δόμος, ἄτας
  2. οὐδὲν ἐλλείπει γενεᾶς ἐπὶ πλῆθος ἕρπον·
  3. ὅμοιον ὥστε ποντίαις οἶδμα δυσπνόοις ὅταν
  4. Θρῄσσαισιν ἔρεβος ὕφαλον ἐπιδράμῃ πνοαῖς,
  5. κυλίνδει βυσσόθεν κελαινὰν θῖνα καὶ
  6. δυσάνεμοι, στόνῳ βρέμουσι δʼ ἀντιπλῆγες ἀκταί.
Χορός
  1. ἀρχαῖα τὰ Λαβδακιδᾶν οἴκων ὁρῶμαι
  2. πήματα φθιτῶν ἐπὶ πήμασι πίπτοντʼ,
  3. οὐδʼ ἀπαλλάσσει γενεὰν γένος, ἀλλʼ ἐρείπει
  4. θεῶν τις, οὐδʼ ἔχει λύσιν. νῦν γὰρ ἐσχάτας ὑπὲρ
  5. ῥίζας ὃ τέτατο φάος ἐν Οἰδίπου δόμοις,
  6. κατʼ αὖ νιν φοινία θεῶν τῶν νερτέρων
  7. ἀμᾷ κόνις λόγου τʼ ἄνοια καὶ φρενῶν ἐρινύς.
Χορός
  1. τεάν, Ζεῦ, δύνασιν τίς ἀνδρῶν ὑπερβασία κατάσχοι;
  2. τὰν οὔθʼ ὕπνος αἱρεῖ ποθʼ ὁ πάντʼ ἀγρεύων,
  3. οὔτε θεῶν ἄκματοι μῆνες, ἀγήρῳ δὲ χρόνῳ
  4. δυνάστας κατέχεις Ὀλύμπου μαρμαρόεσσαν αἴγλαν.
  5. τό τʼ ἔπειτα καὶ τὸ μέλλον
  6. καὶ τὸ πρὶν ἐπαρκέσει
  7. νόμος ὅδʼ, οὐδὲν ἕρπει