Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- μείζων φέρεσθαι σοῦ καλῶς ἡγουμένου.
- οὕτω γάρ, ὦ παῖ, χρὴ διὰ στέρνων ἔχειν,
- γνώμης πατρῴας πάντʼ ὄπισθεν ἑστάναι.
- τούτου γὰρ οὕνεκʼ ἄνδρες εὔχονται γονὰς
- κατηκόους φύσαντες ἐν δόμοις ἔχειν,
- ὡς καὶ τὸν ἐχθρὸν ἀνταμύνωνται κακοῖς
- καὶ τὸν φίλον τιμῶσιν ἐξ ἴσου πατρί.
- ὅστις δʼ ἀνωφέλητα φιτύει τέκνα,
- τί τόνδʼ ἂν εἴποις ἄλλο πλὴν αὑτῷ πόνους
- φῦσαι, πολὺν δὲ τοῖσιν ἐχθροῖσιν γέλων;
- μή νύν ποτʼ, ὦ παῖ, τὰς φρένας ὑφʼ ἡδονῆς
- γυναικὸς οὕνεκʼ ἐκβάλῃς, εἰδὼς ὅτι
- ψυχρὸν παραγκάλισμα τοῦτο γίγνεται,
- γυνὴ κακὴ ξύνευνος ἐν δόμοις. τί γὰρ
- γένοιτʼ ἂν ἕλκος μεῖζον ἢ φίλος κακός;
- ἀλλὰ πτύσας ὡσεί τε δυσμενῆ μέθες
- τὴν παῖδʼ ἐν Ἅιδου τήνδε νυμφεύειν τινί.
- ἐπεὶ γὰρ αὐτὴν εἷλον ἐμφανῶς ἐγὼ
- πόλεως ἀπιστήσασαν ἐκ πάσης μόνην,
- ψευδῆ γʼ ἐμαυτὸν οὐ καταστήσω πόλει,