Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ἀλλʼ ἐννοεῖν χρὴ τοῦτο μὲν γυναῖχʼ ὅτι
- ἔφυμεν, ὡς πρὸς ἄνδρας οὐ μαχουμένα.
- ἔπειτα δʼ οὕνεκʼ ἀρχόμεσθʼ ἐκ κρεισσόνων,
- καὶ ταῦτʼ ἀκούειν κἄτι τῶνδʼ ἀλγίονα.
- ἐγὼ μὲν οὖν αἰτοῦσα τοὺς ὑπὸ χθονὸς
- ξύγγνοιαν ἴσχειν, ὡς βιάζομαι τάδε,
- τοῖς ἐν τέλει βεβῶσι πείσομαι· τὸ γὰρ
- περισσὰ πράσσειν οὐκ ἔχει νοῦν οὐδένα.
- οὔτʼ ἂν κελεύσαιμʼ οὔτʼ ἄν, εἰ θέλοις ἔτι
- πράσσειν, ἐμοῦ γʼ ἂν ἡδέως δρῴης μέτα.
- ἀλλʼ ἴσθʼ ὁποῖά σοι δοκεῖ, κεῖνον δʼ ἐγὼ
- θάψω· καλόν μοι τοῦτο ποιούσῃ θανεῖν.
- φίλη μετʼ αὐτοῦ κείσομαι, φίλου μέτα,
- ὅσια πανουργήσασʼ. ἐπεὶ πλείων χρόνος
- ὃν δεῖ μʼ ἀρέσκειν τοῖς κάτω τῶν ἐνθάδε.
- ἐκεῖ γὰρ αἰεὶ κείσομαι· σοὶ δʼ, εἰ δοκεῖ,
- τὰ τῶν θεῶν ἔντιμʼ ἀτιμάσασʼ ἔχε.
- ἐγὼ μὲν οὐκ ἄτιμα ποιοῦμαι, τὸ δὲ
- βίᾳ πολιτῶν δρᾶν ἔφυν ἀμήχανος.
- σὺ μὲν τάδʼ ἂν προὔχοιʼ· ἐγὼ δὲ δὴ τάφον