Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- εἰ ξυμπονήσεις καὶ ξυνεργάσει σκόπει.
- ποῖόν τι κινδύνευμα; ποῦ γνώμης ποτʼ εἶ;
- εἰ τὸν νεκρὸν ξὺν τῇδε κουφιεῖς χερί.
- ἦ γὰρ νοεῖς θάπτειν σφʼ, ἀπόρρητον πόλει;
- τὸν γοῦν ἐμὸν καὶ τὸν σόν, ἢν σὺ μὴ θέλῃς
- ἀδελφόν· οὐ γὰρ δὴ προδοῦσʼ ἁλώσομαι.
- ὦ σχετλία, Κρέοντος ἀντειρηκότος;
- ἀλλʼ οὐδὲν αὐτῷ τῶν ἐμῶν μʼ εἴργειν μέτα.
- οἴμοι. φρόνησον, ὦ κασιγνήτη, πατὴρ
- ὡς νῷν ἀπεχθὴς δυσκλεής τʼ ἀπώλετο,
- πρὸς αὐτοφώρων ἀμπλακημάτων διπλᾶς
- ὄψεις ἀράξας αὐτὸς αὐτουργῷ χερί.
- ἔπειτα μήτηρ καὶ γυνή, διπλοῦν ἔπος,
- πλεκταῖσιν ἀρτάναισι λωβᾶται βίον·
- τρίτον δʼ ἀδελφὼ δύο μίαν καθʼ ἡμέραν
- αὐτοκτονοῦντε τὼ ταλαιπώρω μόρον
- κοινὸν κατειργάσαντʼ ἐπαλλήλοιν χεροῖν.
- νῦν δʼ αὖ μόνα δὴ νὼ λελειμμένα σκόπει
- ὅσῳ κάκιστʼ ὀλούμεθʼ, εἰ νόμου βίᾳ
- ψῆφον τυράννων ἢ κράτη παρέξιμεν.