Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ὄψεις ἀράξας αὐτὸς αὐτουργῷ χερί.
  2. ἔπειτα μήτηρ καὶ γυνή, διπλοῦν ἔπος,
  3. πλεκταῖσιν ἀρτάναισι λωβᾶται βίον·
  4. τρίτον δʼ ἀδελφὼ δύο μίαν καθʼ ἡμέραν
  5. αὐτοκτονοῦντε τὼ ταλαιπώρω μόρον
  6. κοινὸν κατειργάσαντʼ ἐπαλλήλοιν χεροῖν.
  7. νῦν δʼ αὖ μόνα δὴ νὼ λελειμμένα σκόπει
  8. ὅσῳ κάκιστʼ ὀλούμεθʼ, εἰ νόμου βίᾳ
  9. ψῆφον τυράννων ἢ κράτη παρέξιμεν.