Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- οὐ γάρ ποτʼ, ὦναξ, οὐδʼ ὃς ἂν βλάστῃ μένει
- νοῦς τοῖς κακῶς πράσσουσιν, ἀλλʼ ἐξίσταται.
- σοὶ γοῦν, ὅθʼ εἵλου σὺν κακοῖς πράσσειν κακά.
- τί γὰρ μόνῃ μοι τῆσδʼ ἄτερ βιώσιμον;
- ἀλλʼ ἥδε μέντοι μὴ λέγʼ· οὐ γὰρ ἔστʼ ἔτι.
- ἀλλὰ κτενεῖς νυμφεῖα τοῦ σαυτοῦ τέκνου;
- ἀρώσιμοι γὰρ χἀτέρων εἰσὶν γύαι.
- οὐχ ὥς γʼ ἐκείνῳ τῇδέ τʼ ἦν ἡρμοσμένα.
- κακὰς ἐγὼ γυναῖκας υἱέσι στυγῶ.
- ὦ φίλταθʼ Αἷμον, ὥς σʼ ἀτιμάζει πατήρ.
- ἄγαν γε λυπεῖς καὶ σὺ καὶ τὸ σὸν λέχος.
- ἦ γὰρ στερήσεις τῆσδε τὸν σαυτοῦ γόνον;
- Ἅιδης ὁ παύσων τούσδε τοὺς γάμους ἔφυ.
- δεδογμένʼ, ὡς ἔοικε, τήνδε κατθανεῖν.
- καὶ σοί γε κἀμοί. μὴ τριβὰς ἔτʼ, ἀλλά νιν
- κομίζετʼ εἴσω, δμῶες· ἐκ δὲ τοῦδε χρὴ
- γυναῖκας εἶναι τάσδε μηδʼ ἀνειμένας.
- φεύγουσι γάρ τοι χοἰ θρασεῖς, ὅταν πέλας
- ἤδη τὸν, Ἅιδην εἰσορῶσι τοῦ βίου.
- εὐδαίμονες οἷσι κακῶν ἄγευστος αἰών.