Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. λήθουσά μʼ ἐξέπινες, οὐδʼ ἐμάνθανον
  2. τρέφων δύʼ ἄτα κἀπαναστάσεις θρόνων,
  3. φέρʼ, εἰπὲ δή μοι, καὶ σὺ τοῦδε τοῦ τάφου
  4. φήσεις μετασχεῖν, ἢ ʼξομεῖ τὸ μὴ εἰδέναι;
Ἰσμήνη
  1. δέδρακα τοὔργον, εἴπερ ἥδʼ ὁμορροθεῖ
  2. καὶ ξυμμετίσχω καὶ φέρω τῆς αἰτίας.
Ἀντιγόνη
  1. ἀλλʼ οὐκ ἐάσει τοῦτό γʼ ἡ δίκη σʼ, ἐπεὶ
  2. οὔτʼ ἠθέλησας οὔτʼ ἐγὼ ʼκοινωσάμην.
Ἰσμήνη
  1. ἀλλʼ ἐν κακοῖς τοῖς σοῖσιν οὐκ αἰσχύνομαι
  2. ξύμπλουν ἐμαυτὴν τοῦ πάθους ποιουμένη.
Ἀντιγόνη
  1. ὧν τοὔργον, Ἅιδης χοἰ κάτω ξυνίστορες·
  2. λόγοις δʼ ἐγὼ φιλοῦσαν οὐ στέργω φίλην.
Ἰσμήνη
  1. μήτοι, κασιγνήτη, μʼ ἀτιμάσῃς τὸ μὴ οὐ
  2. θανεῖν τε σὺν σοὶ τὸν θανόντα θʼ ἁγνίσαι.
Ἀντιγόνη
  1. μή μοι θάνῃς σὺ κοινὰ μηδʼ ἃ μὴ ʼθιγες
  2. ποιοῦ σεαυτῆς. ἀρκέσω θνῄσκουσʼ ἐγώ.
Ἰσμήνη
  1. καὶ τίς βίος μοι σοῦ λελειμμένῃ φίλος;