Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. Κρέοντʼ ἐρώτα· τοῦδε γὰρ σὺ κηδεμών.
Ἰσμήνη
  1. τί ταῦτʼ ἀνιᾷς μʼ, οὐδὲν ὠφελουμένη;
Ἀντιγόνη
  1. ἀλγοῦσα μὲν δῆτʼ εἰ γελῶ γʼ ἐν σοὶ γελῶ.
Ἰσμήνη
  1. τί δῆτʼ ἂν ἀλλὰ νῦν σʼ ἔτʼ ὠφελοῖμʼ ἐγώ;
Ἀντιγόνη
  1. σῶσον σεαυτήν· οὐ φθονῶ σʼ ὑπεκφυγεῖν.
Ἰσμήνη
  1. οἴμοι τάλαινα, κἀμπλάκω τοῦ σοῦ μόρου;
Ἀντιγόνη
  1. σὺ μὲν γὰρ εἵλου ζῆν, ἐγὼ δὲ κατθανεῖν.
Ἰσμήνη
  1. ἀλλʼ οὐκ ἐπʼ ἀρρήτοις γε τοῖς ἐμοῖς λόγοις.
Ἀντιγόνη
  1. καλῶς σὺ μὲν τοῖς, τοῖς δʼ ἐγὼ ʼδόκουν φρονεῖν.
Ἰσμήνη
  1. καὶ μὴν ἴση νῷν ἐστιν ἡ ʼξαμαρτία.
Ἀντιγόνη
  1. θάρσει· σὺ μὲν ζῇς, ἡ δʼ ἐμὴ ψυχὴ πάλαι
  2. τέθνηκεν, ὥστε τοῖς θανοῦσιν ὠφελεῖν.
Κρέων
  1. τὼ παῖδε φημὶ τώδε τὴν μὲν ἀρτίως
  2. ἄνουν πεφάνθαι, τὴν δʼ ἀφʼ οὗ τὰ πρῶτʼ ἔφυ.
Ἰσμήνη
  1. οὐ γάρ ποτʼ, ὦναξ, οὐδʼ ὃς ἂν βλάστῃ μένει
  2. νοῦς τοῖς κακῶς πράσσουσιν, ἀλλʼ ἐξίσταται.
Κρέων
  1. σοὶ γοῦν, ὅθʼ εἵλου σὺν κακοῖς πράσσειν κακά.