Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- οὐ μαρτυρήσει ταῦθʼ ὁ κατθανὼν νέκυς.
- εἴ τοί σφε τιμᾷς ἐξ ἴσου τῷ δυσσεβεῖ.
- οὐ γάρ τι δοῦλος, ἀλλʼ ἀδελφὸς ὤλετο.
- πορθῶν δὲ τήνδε γῆν· ὁ δʼ ἀντιστὰς ὕπερ.
- ὁμῶς ὅ γʼ Ἅιδης τοὺς νόμους τούτους ποθεῖ.
- ἀλλʼ οὐχ ὁ χρηστὸς τῷ κακῷ λαχεῖν ἴσος.
- τίς οἶδεν εἰ κάτωθεν εὐαγῆ τάδε;
- οὔτοι ποθʼ οὑχθρός, οὐδʼ ὅταν θάνῃ, φίλος.
- οὔτοι συνέχθειν, ἀλλὰ συμφιλεῖν ἔφυν.
- κάτω νυν ἐλθοῦσʼ, εἰ φιλητέον, φίλει
- κείνους· ἐμοῦ δὲ ζῶντος οὐκ ἄρξει γυνή.
- καὶ μὴν πρὸ πυλῶν ἥδʼ Ἰσμήνη,
- φιλάδελφα κάτω δάκρυʼ εἰβομένη·
- νεφέλη δʼ ὀφρύων ὕπερ αἱματόεν
- ῥέθος αἰσχύνει,
- τέγγουσʼ εὐῶπα παρειάν.
- σὺ δʼ, ἣ κατʼ οἴκους ὡς ἔχιδνʼ ὑφειμένη