Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. οὔτοι συνέχθειν, ἀλλὰ συμφιλεῖν ἔφυν.
Κρέων
  1. κάτω νυν ἐλθοῦσʼ, εἰ φιλητέον, φίλει
  2. κείνους· ἐμοῦ δὲ ζῶντος οὐκ ἄρξει γυνή.
Χορός
  1. καὶ μὴν πρὸ πυλῶν ἥδʼ Ἰσμήνη,
  2. φιλάδελφα κάτω δάκρυʼ εἰβομένη·
  3. νεφέλη δʼ ὀφρύων ὕπερ αἱματόεν
  4. ῥέθος αἰσχύνει,
  5. τέγγουσʼ εὐῶπα παρειάν.
Κρέων
  1. σὺ δʼ, ἣ κατʼ οἴκους ὡς ἔχιδνʼ ὑφειμένη
  2. λήθουσά μʼ ἐξέπινες, οὐδʼ ἐμάνθανον
  3. τρέφων δύʼ ἄτα κἀπαναστάσεις θρόνων,
  4. φέρʼ, εἰπὲ δή μοι, καὶ σὺ τοῦδε τοῦ τάφου
  5. φήσεις μετασχεῖν, ἢ ʼξομεῖ τὸ μὴ εἰδέναι;
Ἰσμήνη
  1. δέδρακα τοὔργον, εἴπερ ἥδʼ ὁμορροθεῖ
  2. καὶ ξυμμετίσχω καὶ φέρω τῆς αἰτίας.
Ἀντιγόνη
  1. ἀλλʼ οὐκ ἐάσει τοῦτό γʼ ἡ δίκη σʼ, ἐπεὶ
  2. οὔτʼ ἠθέλησας οὔτʼ ἐγὼ ʼκοινωσάμην.
Ἰσμήνη
  1. ἀλλʼ ἐν κακοῖς τοῖς σοῖσιν οὐκ αἰσχύνομαι
  2. ξύμπλουν ἐμαυτὴν τοῦ πάθους ποιουμένη.
Ἀντιγόνη
  1. ὧν τοὔργον, Ἅιδης χοἰ κάτω ξυνίστορες·