Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. κατέσχον ἢ τὸν αὐτάδελφον ἐν τάφῳ
  2. τιθεῖσα; τούτοις τοῦτο πᾶσιν ἁνδάνειν
  3. λέγοιτʼ ἄν, εἰ μὴ γλῶσσαν ἐγκλῄοι φόβος.
  4. ἀλλʼ ἡ τυραννὶς πολλά τʼ ἄλλʼ εὐδαιμονεῖ
  5. κἄξεστιν αὐτῇ δρᾶν λέγειν θʼ ἃ βούλεται.
Κρέων
  1. σὺ τοῦτο μούνη τῶνδε Καδμείων ὁρᾷς.
Ἀντιγόνη
  1. ὁρῶσι χοὖτοι, σοὶ δʼ ὑπίλλουσιν στόμα.
Κρέων
  1. σὺ δʼ οὐκ ἐπαιδεῖ, τῶνδε χωρὶς εἰ φρονεῖς;
Ἀντιγόνη
  1. οὐδὲν γὰρ αἰσχρὸν τοὺς ὁμοσπλάγχνους σέβειν.
Κρέων
  1. οὔκουν ὅμαιμος χὠ καταντίον θανών;
Ἀντιγόνη
  1. ὅμαιμος ἐκ μιᾶς τε καὶ ταὐτοῦ πατρός.
Κρέων
  1. πῶς δῆτʼ ἐκείνῳ δυσσεβῆ τιμᾷς χάριν;
Ἀντιγόνη
  1. οὐ μαρτυρήσει ταῦθʼ ὁ κατθανὼν νέκυς.
Κρέων
  1. εἴ τοί σφε τιμᾷς ἐξ ἴσου τῷ δυσσεβεῖ.
Ἀντιγόνη
  1. οὐ γάρ τι δοῦλος, ἀλλʼ ἀδελφὸς ὤλετο.
Κρέων
  1. πορθῶν δὲ τήνδε γῆν· ὁ δʼ ἀντιστὰς ὕπερ.
Ἀντιγόνη
  1. ὁμῶς ὅ γʼ Ἅιδης τοὺς νόμους τούτους ποθεῖ.
Κρέων
  1. ἀλλʼ οὐχ ὁ χρηστὸς τῷ κακῷ λαχεῖν ἴσος.
Ἀντιγόνη
  1. τίς οἶδεν εἰ κάτωθεν εὐαγῆ τάδε;
Κρέων
  1. οὔτοι ποθʼ οὑχθρός, οὐδʼ ὅταν θάνῃ, φίλος.