Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ἐγὼ μὲν οὐδέν· τοῦτʼ ἔχων ἅπαντʼ ἔχω.
Ἀντιγόνη
  1. τί δῆτα μέλλεις; ὡς ἐμοὶ τῶν σῶν λόγων
  2. ἀρεστὸν οὐδὲν μηδʼ ἀρεσθείη ποτέ·
  3. οὕτω δὲ καὶ σοὶ τἄμʼ ἀφανδάνοντʼ ἔφυ.
  4. καίτοι πόθεν κλέος γʼ ἂν εὐκλεέστερον
  5. κατέσχον ἢ τὸν αὐτάδελφον ἐν τάφῳ
  6. τιθεῖσα; τούτοις τοῦτο πᾶσιν ἁνδάνειν
  7. λέγοιτʼ ἄν, εἰ μὴ γλῶσσαν ἐγκλῄοι φόβος.
  8. ἀλλʼ ἡ τυραννὶς πολλά τʼ ἄλλʼ εὐδαιμονεῖ
  9. κἄξεστιν αὐτῇ δρᾶν λέγειν θʼ ἃ βούλεται.
Κρέων
  1. σὺ τοῦτο μούνη τῶνδε Καδμείων ὁρᾷς.
Ἀντιγόνη
  1. ὁρῶσι χοὖτοι, σοὶ δʼ ὑπίλλουσιν στόμα.
Κρέων
  1. σὺ δʼ οὐκ ἐπαιδεῖ, τῶνδε χωρὶς εἰ φρονεῖς;
Ἀντιγόνη
  1. οὐδὲν γὰρ αἰσχρὸν τοὺς ὁμοσπλάγχνους σέβειν.
Κρέων
  1. οὔκουν ὅμαιμος χὠ καταντίον θανών;
Ἀντιγόνη
  1. ὅμαιμος ἐκ μιᾶς τε καὶ ταὐτοῦ πατρός.
Κρέων
  1. πῶς δῆτʼ ἐκείνῳ δυσσεβῆ τιμᾷς χάριν;