Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- πρὸς αὐτοφώρων ἀμπλακημάτων διπλᾶς
- ὄψεις ἀράξας αὐτὸς αὐτουργῷ χερί.
- ἔπειτα μήτηρ καὶ γυνή, διπλοῦν ἔπος,
- πλεκταῖσιν ἀρτάναισι λωβᾶται βίον·
- τρίτον δʼ ἀδελφὼ δύο μίαν καθʼ ἡμέραν
- αὐτοκτονοῦντε τὼ ταλαιπώρω μόρον
- κοινὸν κατειργάσαντʼ ἐπαλλήλοιν χεροῖν.
- νῦν δʼ αὖ μόνα δὴ νὼ λελειμμένα σκόπει
- ὅσῳ κάκιστʼ ὀλούμεθʼ, εἰ νόμου βίᾳ
- ψῆφον τυράννων ἢ κράτη παρέξιμεν.
- ἀλλʼ ἐννοεῖν χρὴ τοῦτο μὲν γυναῖχʼ ὅτι
- ἔφυμεν, ὡς πρὸς ἄνδρας οὐ μαχουμένα.
- ἔπειτα δʼ οὕνεκʼ ἀρχόμεσθʼ ἐκ κρεισσόνων,
- καὶ ταῦτʼ ἀκούειν κἄτι τῶνδʼ ἀλγίονα.
- ἐγὼ μὲν οὖν αἰτοῦσα τοὺς ὑπὸ χθονὸς
- ξύγγνοιαν ἴσχειν, ὡς βιάζομαι τάδε,
- τοῖς ἐν τέλει βεβῶσι πείσομαι· τὸ γὰρ